Υμνολογία
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὴ φωταυγεία, σκότος ἔλιπες, τῆς ἀσεβείας, καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου, Κυπριανὲ τὴ ἀθλήσει δεδόξασαι. Πάτερ Ὅσιε, τὸν Κτίστην ἠμὶν ἰλέωσαι, ὁμοὺ σὺν Ἰουστίνη τὴ Θεόφρονι.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχᾶς.
Ὡς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στερρότατον, ἡ οἰκουμένη ἀξίως γεραίρει σέ, Κυπριανὲ ἀοίδιμε, καὶ τοὶς ὕμvοις δοξάζει, τὴν ἁγίαν σου μνήμην, αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, διὰ σοῦ δωρηθήναι τοὶς μέλπουσιν. Ἀλληλούια.
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Παιδευθεὶς ἐν τῇ πλάνῃ ἐπιμελῶς, ὡς ὁ Παῦλος ἐκλήθης ἐξ οὐρανοῦ, σταυρῷ ὁδηγούμενος, πρὸς τὸ φῶς τὸ τῆς γνώσεως· τῆς γὰρ σεμνῆς Παρθένου, τῷ πόθῳ, φλεγόμενος, δι' αὐτῆς ἡρμόσθης, τῷ Πλάστη τῆς κτίσεως· ὄθεν θριαμβεύσας, τοῦ ἐχθροῦ τὸ ἀνίσχυρον, σὺν αὐτῇ κατηξίωσαι, τοῦ χοροῦ τῶν Mαρτύρων, Κυπριανὲ ἱερώτατε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα σοφὸν καὶ διδάσκαλον, ὅτι ἐξ ἀκανθῶν πλάνης ἤνθησεν, ὥσπερ ῥόδον τερπνότατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισεν, ἰαμάτων ὀδμαῖς καὶ βολαῖς θαυμάτων· ὥστε ψάλλειν ἡμᾶς τοῦ Δαυῒδ τὴν ᾠδήν· Ἀλληλούϊα.
Πλάνης σοφιστείας ἀπολιπών, τῆς θείας σοφίας, ἀνεδείχθης λαμπρὸς φωστήρ, καὶ σὺν Ἰουστίνῃ, Κυπριανὲ ἀθλήσας, τῆς ἄνω βασιλείας, ἄμφω ἔτυχε.